521 Adulterous Woman Forgiven

From Faith Futures
Jump to: navigation, search

This page forms part of the resources for 521 Adulterous Woman Forgiven in the Jesus Database project of FaithFutures Foundation

Crossan Inventory | 521 Literature | 521 Parallels | 521 Commentary | 521 Poetry | 521 Images | 521 Synopsis



Data

(1) John 7:53-8:11

Crossan analysis:

Item: 521
Stratum: IV (120-150 CE)
Attestation: Single
Historicity: -


Texts

(1) John 7:53-8:11

Then each of them went home, 8:1 while Jesus went to the Mount of Olives. 2 Early in the morning he came again to the temple. All the people came to him and he sat down and began to teach them. 3 The scribes and the Pharisees brought a woman who had been caught in adultery; and making her stand before all of them, 4 they said to him, "Teacher, this woman was caught in the very act of committing adultery. 5 Now in the law Moses commanded us to stone such women. Now what do you say?" 6 They said this to test him, so that they might have some charge to bring against him. Jesus bent down and wrote with his finger on the ground. 7 When they kept on questioning him, he straightened up and said to them, "Let anyone among you who is without sin be the first to throw a stone at her." 8 And once again he bent down and wrote on the ground. 9 When they heard it, they went away, one by one, beginning with the elders; and Jesus was left alone with the woman standing before him. 10 Jesus straightened up and said to her, "Woman, where are they? Has no one condemned you?" 11 She said, "No one, sir." And Jesus said, "Neither do I condemn you. Go your way, and from now on do not sin again."


μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ᾿ αὐτοῦ καὶ γνῷ τί ποιεῖ; ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται.   ⟦ Καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν. Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερὸν καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν, καὶ καθίσας ἐδίδασκεν αὐτούς. Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ λέγουσιν αὐτῷ· διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπ᾿ αὐτοφώρῳ μοιχευομένη· ἐν δὲ τῷ νόμῳ ἡμῖν Μωϋσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν. σὺ οὖν τί λέγεις; τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν. ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς· ὁ ἀναμάρτητος ὑμῶν πρῶτος ἐπ᾿ αὐτὴν βαλέτω λίθον. καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γῆν. οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ᾿ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων καὶ κατελείφθη μόνος καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. ἀνακύψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· γύναι, ποῦ εἰσιν; οὐδείς σε κατέκρινεν; ἡ δὲ εἶπεν· οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου, [καὶ] ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.⟧  

Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς. εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. (John 7:51–8:13 GNT-T)