113 Eating with Sinners

From Faith Futures
Jump to: navigation, search

This page forms part of the resources for 113 Eating with Sinners in the Jesus Database project of FaithFutures Foundation

Crossan Inventory | 113 Literature | 113 Parallels | 113 Commentary | 113 Poetry | 113 Images


Data

(1) POxy1224 2 v ii, lines 1-7
(2a) Mark 2:15-17a = Matt 9:10-12 = Luke 5:29-31
(2b) GEbi 1c
(2c) Luke 15:1-2

Crossan analysis:

Item: 113
Stratum: I (30-60 CE)
Attestation: Double
Historicity: +
Common Sayings Tradition:



Texts

(1) POxy1224 2 v ii, lines 1-7

Ch. 5 1 When the scholars an[d Pharise]es and priests observ[ed hi]m, they were indignant [because he reclined < at table> in the com]pany of sin[ners]. 2 But Jesus overheard [them and said,] Those who are we[ll don't need a doctor.] [Complete Gospels]

“οἱ δὲ γραμματεῖς κα[ὶ Φαρισαῖ]οι καὶ ἱερεῖς θεασάμ[ενοι αὐ]τὸν ἠγανάκτουν [ὅτι σὺν ἁμαρ]τωλοῖς ἀνὰ μέ[σον κεῖται.]” (Oxy1224 5:1 AGOSP-T)



(2a) Mark 2:15-17a

And as he sat at dinner in Levi's house, many tax collectors and sinners were also sitting with Jesus and his disciples--for there were many who followed him. 16 When the scribes of the Pharisees saw that he was eating with sinners and tax collectors, they said to his disciples, "Why does he eat with tax collectors and sinners?" 17 When Jesus heard this, he said to them, "Those who are well have no need of a physician, but those who are sick; I have come to call not the righteous but sinners."

Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῷ. καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει; καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς [ὅτι] οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾿ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς. (Mark 2:15–17 GNT-T)


= Matt 9:10-12

And as he sat at dinner in the house, many tax collectors and sinners came and were sitting with him and his disciples. 11When the Pharisees saw this, they said to his disciples, "Why does your teacher eat with tax collectors and sinners?" 12But when he heard this, he said, "Those who are well have no need of a physician, but those who are sick.

Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; ὁ δὲ ἀκούσας εἶπεν· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾿ οἱ κακῶς ἔχοντες (Matthew 9:10–12 GNT-T)



= Luke 5:29-31

Then Levi gave a great banquet for him in his house; and there was a large crowd of tax collectors and others sitting at the table with them. 30The Pharisees and their scribes were complaining to his disciples, saying, "Why do you eat and drink with tax collectors and sinners?" 31 Jesus answered, "Those who are well have no need of a physician, but those who are sick".

Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι. καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· (Luke 5:29–31 GNT-T)



(2b) GEbi 1c

Ch. 1 Now the beginning of their gospel goes like this:

There was this man named Jesus, who was about thirty years old, who chose us. 2 And when he came to Capernaum, he entered the house of Simon, who was nicknamed Peter. He then began to speak as follows: 3 "As I was walking along by the lake of Tiberias, I chose John and James, sons of Zebedee, and Simon and Andrew and Thaddeus and Simon the Zealot and Judas the Iscariot. 4 Then I summoned you, Matthew, while you were sitting at the toll booth, and you followed me. 5 Therefore, I want you to be twelve apostles, to symbolize Israel."[Complete Gospels]

ἡ δὲ ἀρχὴ τοῦ παρ᾿ αὐτοῖς εὐαγγελίου ἔχει ὅτι “ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἐπὶ ἀρχιερέως Καϊάφα, ἦλθέν τις Ἰωάννης ὀνόματι βαπτίζων βάπτισμα μετανοίας ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ὃς ἐλέγετο εἶναι ἐκ γένους Ἀαρὼν τοῦ ἱερέως, παῖς Ζαχαρίου καὶ Ἐλισάβετ, καὶ ἐξήρχοντο πρὸς αὐτὸν πάντες.” καί “ἐγένετο Ἰωάννης βαπτίζων, καὶ ἐξῆλθον πρὸς αὐτὸν Φαρισαῖοι καὶ ἐβαπτίσθησαν καὶ πᾶσα Ἱεροσόλυμα. καὶ εἶχεν ὁ Ἰωάννης ἔνδυμα ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. καὶ τὸ βρῶμα αὐτοῦ, φησί, μέλι ἄγριον, οὗ ἡ γεύσις ἡ τοῦ μάννα, ὡς ἐγκρὶς ἐν ἐλαίῳ·” ἵνα δῆθεν μεταστρέψωσι τὸν τῆς ἀληθείας λόγον εἰς ψεῦδος καὶ ἀντὶ ἀκρίδων ποιήσωσιν ἐγκρίδα ἐν μέλιτι. καὶ μετὰ τὸ εἰπεῖν πολλὰ ἐπιφέρει ὅτι “τοῦ λαοῦ βαπτισθέντος ἦλθεν καὶ Ἰη(σοῦ)ς καὶ ἐβαπτίσθη ὑπὸ τοῦ Ἰωάννου. καὶ ὡς ἀνῆλθεν ἀπὸ τοῦ ὕδατος, ἠνοίγησαν οἱ οὐρανοὶ καὶ εἶδεν τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστεράς, κατελθούσης καὶ εἰσελθούσης εἰς αὐτόν. καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· σύ μου εἶ ὁ υἱὸς ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα, καὶ πάλιν· ἐγὼ σήμερον γεγέννηκά σε. καὶ εὐθὺς περιέλαμψε τὸν τόπον φῶς μέγα. ὃ ἰδών, φησίν, ὁ Ἰωάννης λέγει αὐτῷ· σὺ τίς εἶ, κύριε; καὶ πάλιν φωνὴ ἐξ οὐρανοῦ πρὸς αὐτόν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ᾿ ὃν ηὐδόκησα. καὶ τότε, φησίν, ὁ Ἰωάννης προσπεσὼν αὐτῷ ἔλεγεν· δέομαί σου, κύριε, σύ με βάπτισον. ὁ δὲ ἐκώλυσεν αὐτὸν λέγων· ἄφες, ὅτι οὕτως ἐστὶ πρέπον πληρωθῆναι πάντα.” ἐν τῷ γοῦν παρ᾿ αὐτοῖς εὐαγγελίῳ κατὰ Ματθαῖον ὀνομαζομένῳ, οὐχ ὅλῳ δὲ πληρεστάτῳ, ἀλλὰ νενοθευμένῳ καὶ ἠκρωτηριασμένῳ (Ἑβραϊκὸν δὲ τοῦτο καλοῦσιν) ἐμφέρεται ὅτι “ἐγένετό τις ἀνὴρ ὀνόματι Ἰη(σοῦ)ς, καὶ αὐτὸς ὡς ἐτῶν τριάκοντα, ὃς ἐξελέξατο ἡμᾶς. καὶ ἐλθὼν εἰς Καφαρναοὺμ εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ ἐπικληθέντος Πέτρου καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπεν· παρερχόμενος παρὰ τὴν λίμνην Τιβεριάδος ἐξελεξάμην Ἰωάννην καὶ Ἰάκωβον, υἱοὺς Ζεβεδαίου, καὶ Σίμωνα καὶ Ἀνδρέαν καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν ζηλωτὴν καὶ Ἰοῦδαν τὸν Ἰσκαριώτην, καὶ σὲ τὸν Ματθαῖον καθεζόμενον ἐπὶ τοῦ τελωνίου ἐκάλεσα καὶ ἠκολούθησάς μοι. ὑμᾶς οὖν βούλομαι εἶναι δεκαδύο ἀποστόλους εἰς μαρτύριον τοῦ Ἰσραήλ.” πάλιν δὲ ἀρνοῦνται εἶναι αὐτὸν ἄνθρωπον, δῆθεν ἀπὸ τοῦ λόγου οὗ εἴρηκεν ὁ σωτὴρ ἐν τῷ ἀναγγελῆναι αὐτῷ ὅτι “ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν”, ὅτι “τίς μοῦ ἐστι μήτηρ καὶ ἀδελφοί; καὶ ἐκτεῖνας τὴν χεῖρα ἐπὶ τοὺς μαθητὰς ἔφη· οὗτοί εἰσιν οἱ ἀδελφοί μου καὶ ἡ μήτηρ καὶ ἀδελφαὶ οἱ ποιοῦντες τὰ θελήματα τοῦ πατρός μου. (Ebionite 1:1–5 AGOSP-T)



(2c) Luke 15:1-2

Now all the tax collectors and sinners were coming near to listen to him. 2And the Pharisees and the scribes were grumbling and saying, "This fellow welcomes sinners and eats with them."

Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. (Luke 15:1–2 GNT-T)